Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.21 Dem. 30.24 (English) >>Dem. 30.28

30.23νῦν τοίνυν τοὺς μὲν ὄντας οἰκείους καὶ βελτίους αὑτῶν οὐκ ἐδύναντο πεῖσαι τὴν προῖκʼ ἀποδεδωκέναι σφᾶς μαρτυρεῖν, ἑτέρους δʼ εἰ παρέχοιντο μάρτυρας μηδὲν γένει προσήκοντας, οὐκ ἂν ἡγοῦνθʼ ὑμᾶς αὐτοῖς πιστεύειν. ἔτι δʼ ἁθρόαν μὲν φάσκοντες δεδωκέναι τὴν προῖκα, ᾔδεσαν ὅτι τοὺς ἀπενεγκόντας οἰκέτας ἐξαιτήσομεν, οὓς μὴ γεγενημένης τῆς δόσεως παραδοῦναι μὴ ʼθέλοντες ἠλέγχοντʼ ἄν· εἰ δʼ αὐτοὶ μόνοι μόνῳ τοῦτον τὸν τρόπον ἀποδεδωκέναι λέγοιεν, ἐνόμιζον οὐκ ἐλεγχθήσεσθαι. 30.24διὰ τοῦτο τοῦτον εἵλοντʼ ἐξ ἀνάγκης ψεύδεσθαι τὸν τρόπον. τοιαύταις τέχναις καὶ πανουργίαις, ὡς ἁπλοῖ τινὲς εἶναι δόξοντες, ἡγοῦνται ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν, ἁπλῶς οὐδʼ ἂν μικρὸν ὑπὲρ τῶν διαφερόντων, ἀλλʼ ὡς οἷόν τʼ ἀκριβέστατα πράξαντες. λαβὲ τὰς μαρτυρίας αὐτοῖς ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι.Μαρτυρίαι

30.25φέρε δή, ἄνδρες δικασταί, καὶ τὴν γυναῖχʼ ὑμῖν ἀποδείξω λόγῳ μὲν ἀπολελοιπυῖαν, ἔργῳ δὲ συνοικοῦσαν Ἀφόβῳ· νομίζω γάρ, ἂν τοῦτʼ ἀκριβῶς μάθητε, μᾶλλον ὑμᾶς τούτοις μὲν ἀπιστήσειν, ἐμοὶ δʼ ἀδικουμένῳ τὰ δίκαια βοηθήσειν. μάρτυρας δὲ τῶν μὲν ὑμῖν παρέξομαι, τῶν δʼ ἐπιδείξω μεγάλα τεκμήρια καὶ πίστεις ἱκανάς. 30.26ἐγὼ γάρ, ἄνδρες δικασταί, μετὰ τὸ γεγράφθαι παρὰ τῷ ἄρχοντι ταύτην τὴν γυναῖκʼ ἀπολελοιπυῖαν καὶ τὸ φάσκειν Ὀνήτορʼ ἀντὶ τῆς προικὸς ἀποτετιμῆσθαι τὸ χωρίον, ὁρῶν Ἄφοβον ὁμοίως ἔχοντα καὶ γεωργοῦντα τὴν γῆν καὶ τῇ γυναικὶ συνοικοῦντα, σαφῶς ᾔδειν ὅτι λόγος ταῦτα καὶ παραγωγὴ τοῦ πράγματός ἐστιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.21 Dem. 30.24 (English) >>Dem. 30.28

Powered by PhiloLogic